previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

10. ἐχρῶντο γὰρ οἱ παλαιοὶ καὶ τοῖς εἰς ἀναστόμωσιν βρώμασιν ὥσπερ ταῖς ἁλμάσιν ἐλάαις, ἃς κολυμβάδας καλοῦσιν: Ἀριστοφάνης γοῦν ἐν Γήρᾳ φησίν

πρεσβῦτα, πότερα φιλεῖς τὰς δρυπεπεῖς ἑταίρας
σὺ τὰς ὑποπαρθένους ἁλμάδας ὡς ἐλάας
στιφράς;
Φιλήμων δ᾽ ἐν Μετιόντι Ζωμίῳ:

ἰχθὺς τί σοι
ἐφαίνεθ᾽ οὑφθός; β. μικρὸς ἦν, ἀκήκοας;
ἅλμη τε λευκὴ καὶ παχεῖ᾽ ὑπερβολῇ,
κοὐχὶ λοπάδος προσῶζεν οὐδ᾽ ἡδυσμάτων.
ἐβόων δ᾽ ἅπαντες, ὡς ἀγαθὴν ἅλμην ποιεῖς,
ἤσθιον δὲ καὶ τέττιγας καὶ κερκώπας ἀναστομώσεως χάριν. Ἀριστοφάνης Ἀναγύρῳ:

πρὸς θεῶν, ἔραμαι τέττιγα φαγεῖν
καὶ κερκώπην θηρευσαμένη
καλάμῳ λεπτῷ.
ἐστὶν δ᾽ κερκώπη ζῷον ὅμοιον τέττιγι καὶ τιτιγονίῳ,4 ὡς Σπεύσιππος παρίστησιν ἐν δευτέρῳ [p. 112] Ὁμοίων, μνημονεύει αὐτῶν Ἐπίλυκος ἐν Κωραλίσκῳ. Ἄλεξις ἐν Θράσωνί φησι:

σοῦ δ᾽ ἐγὼ λαλιστέραν
οὐπώποτ᾽ εἶδον οὔτε κερκώπην, γύναι,
οὐ κίτταν, οὐκ ἀηδόν᾽, οὐ χελιδόνα,1
οὐ τρυγόν᾽, οὐ τέττιγα.
Νικόστρατος δ᾽ ἐν Ἅβρᾳ:

πίναξ πρῶτος τῶν μεγάλων ἡγήσεται
ἔχων ἐχῖνον, ὠμοτάριχον, κάππαριν,
θρυμματίδα, τέμαχος, βολβὸν ἐν ὑποτρίμματι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: