previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

35. [p. 188] Θρᾳκίων δὲ δείπνων μνημονεύει Ξενοφῶν ἐν ζ Ἀναβάσεως τὸ παρὰ Σεύθῃ διαγράφων συμπόσιον ἐν τούτοις: ‘ ἐπειδὴ δὲ εἰσῆλθον ἐπὶ τὸ δεῖπνον πάντες τὸ δὲ δεῖπνον ἦν καθημένοις κύκλῳ, ἔπειτα δὲ τρίποδες εἰσηνέχθησαν πᾶσιν. οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων καὶ ἄρτοι ζύμητες μεγάλοι προσπεπερονημένοι ἦσαν πρὸς τοῖς κρέασι. μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους αἰεὶ ἐτίθεντο: νόμος γὰρ ἦν. καὶ πρῶτος τοῦτ᾽ ἐποίει Σεύθης: ἀνελόμενος τοὺς παρ᾽ αὑτῷ κειμένους ἄρτους διέκλα κατὰ μικρὰ καὶ διερρίπτει οἷς αὐτῷ ἐδόκει καὶ τὰ κρέα ὡσαύτως, ὅσον μόνον γεύσασθαι ἑαυτῷ καταλιπών. καὶ οἱ ἄλλοι δὲ κατὰ τὰ αὐτὰ ἐποίουν, καθ᾽ οὓς καὶ αἱ τράπεζαι ἔκειντο. Ἀρκὰς δέ τις Ἀρύστας ὄνομα, φαγεῖν δεινός, τὸ μὲν διαρριπτεῖν εἴα χαίρειν, λαβὼν δ᾽ εἰς τὴν χεῖρα ὅσον τριχοίνικον ἄρτον καὶ κρέα θέμενος ἐπὶ τὰ γόνατα ἐδείπνει. κέρατα δὲ οἴνου περιέφερον καὶ πάντες ἐδέχοντο. δὲ Ἀρύστας ἐπεὶ παρ᾽ αὐτὸν φέρων τὸ κέρας οἰνοχόος ἦν, εἶπεν ἰδὼν τὸν Ξενοφῶντα οὐκ ἔτι δειπνοῦντα: ' ἐκείνῳ, ἔφη, δός: σχολάζει γὰρ ἤδη, ἐγὼ δ᾽ οὔπω ἐνταῦθα μὲν δὴ γέλως ἐγένετο. ἐπεὶ δὲ προὐχώρει πότος, εἰσῆλθεν ἀνὴρ Θρᾷξ ἵππον ἔχων λευκὸν καὶ λαβὼν κέρας μεστὸν ' προπίνω σοι, Σεύθη, ἔφη, καὶ τὸν ἵππον δωροῦμαι, ἐφ᾽ οὗ καὶ διώκων ὃν ἂν θέλῃς αἱρήσεις καὶ ἀποχωρῶν οὐ μὴ δείσῃς τὸν πολέμιον.' ἄλλος παῖδα εἰσαγαγὼν οὕτως ἐδωρήσατο [p. 190] προπίνων καὶ ἄλλος ἱμάτια τῇ γυναικί, καὶ Τιμασίων προπίνων φιάλην τε ἀργυρᾶν καὶ κοπίδα ἀξίαν δέκα μνῶν. Γνήσιππος δὲ τις Ἀθηναῖος ἀναστὰς εἶπεν ὅτι ἀρχαῖος εἴη νόμος κάλλιστος τοὺς μὲν ἔχοντας διδόναι τῷ βασιλεῖ τιμῆς ἕνεκα, τοῖς δὲ μὴ ἔχουσι διδόναι τὸν βασιλέα. Ξενοφῶν δὲ ἀνέστη θαρσαλέως καὶ δεξάμενος τὸ κέρας εἶπεν ἐγώ σοι, Σεύθη, δίδωμι ἐμαυτὸν καὶ τοὺς ἐμοὺς τούτους ἑταίρους φίλους εἶναι πιστοὺς καὶ οὐδένα ἄκοντα, καὶ νῦν πάρεισιν οὐδέν σε προσαιτοῦντες, ἀλλὰ καὶ πονεῖν ὑπὲρ σοῦ καὶ προκινδυνεύειν βουλόμενοι.' καὶ Σεύθης ἀναστὰς συνέπιε καὶ συγκατεσκεδάσατο μετ᾽ αὐτοῦ τὸ κέρας, μετὰ δὲ ταῦτα εἰσῆλθον κέρασί τε οἵοις σημαίνουσιν αὐλοῦντες καὶ σάλπιγξιν ὠμοβοείαις ῥυθμούς τε καὶ οἱονεὶ μάγαδιν σαλπίζοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: