previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44.

καὶ Κύνουλκοςἀλλ᾽ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης: ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ [p. 210] φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. ‘ ἐγὼ δ᾽ τάλαςκατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον


κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.
ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη:

οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι.

καὶ καλὸς δ᾽ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη :

ἀλλ᾽ ἐστίν, πάτερ, κομιδῇ μεσημβρία,
ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών.
ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν.” γελασάντων δὲ ἡμῶν ἔφη τις: “ ἀλλ᾽ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμίν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.” καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη: “ ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη:

ὄμνυμι δ᾽ ὑμῖν, ἄνδρες, αὐτὸν τὸν θεόν,
ἐξ οὗ τὸ μεθύειν πᾶσιν ἡμῖν γίνεται,
μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον
τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
ῥοφεῖν φακῆν ἐσθ᾽ ἡδὺ μὴ δεδοικότα,
μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: