previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

78. Ἰόβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὕρημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι [p. 298] μνημονεύοντα ἐλλόγιμον ἄνδρα. ἐπιχωριάζει γὰρ καὶ φῶτιγξ αὐλὸς παρ᾽ ἡμῖν. τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως: :

οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη,
λύραι μόναυλοί θ᾽ οἷς ἐχαίρομεν τέως
ναούς τ᾽ ἐρημοῖ πισσοκωνίας Ἄρης.
Ἀραρὼς δ᾽ ἐν Πανὸς γοναῖς:

ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς
κούφως ἀνήλλετο.
Ἀναξανδρίδης δ᾽ ἐν Θησαυρῷ:

ἀναλαβὼν
μόναυλον ηὔλουν τὸν ὑμέναιον.
καὶ ἐν Φιαληφόρῳ: ...

τὸν μόναυλον ποῖ τέτροφας; οὗτος Σύρε.
β. ποῖον μόναυλον; α. τὸν κάλαμον.
Σώπατρος Βακχίδι:

καὶ τὸ μόναυλον μέλος ἤχησε.
Πρωταγορίδης δ᾽ Κυζικηνὸς ἐν δευτέρῳ περὶ τῶν ἐπὶ Δάφνῃ πανηγύρεών φησινπαντὸς δὲ ὀργάνου κατὰ μίτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ,4 πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ' ἁρμονίας ἀναμινυρίζει.’ Ποσειδώνιος δ᾽ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε: ‘ παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ [p. 300] κεκρυμμένα, πετάσια δ᾽ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ᾽ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα.’ οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.᾿ 'ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ μόναυλος ἦν νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων

τοῦτο Θέων μόναυλος ὑπ᾽ ἠρίον γλυκὺς οἰκεῖ
αὐλητής, μίμων ᾿ν θυμέλῃσι Χάρις,
τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν,
νήπιον ὅντ᾽ ἐκάλει Σκίρπαλον Εὐπαλάμου,
ἀείδων αὐτοῦ τὰ γενέθλια: τοῦτο γὰρ εἶχεν
τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων.
ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων
τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην
καὶ Κώταλον καὶ Πάκαλον, ἀλλὰ Θέωνα
τὸν καλαμαυλήτην εἴπατεχαῖρε Θέων.”
ὥσπερ οὖν τοὺς τῷ καλάμῳ αὐλοῦντας καλαμαύλας λέγουσι νῦν, οὕτω καὶ ῥαππαύλας, ὥς φησιν Ἀμερίας Μακεδὼν ἐν ταῖς Γλώσσαις, τοὺς τῇ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: