previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου στοᾶς ᾠκοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς στὰς ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ᾽ ἀναβλέψας ' ἄνδρες Ἀθηναῖοι, ἔφη, τὰ πράγματα μὲν με βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν οἶδα, τὸ δέ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ παράδοξον τῆς περιστάσεως ἐμποδίζει με ἁθρόως δ᾽ ἐπιβοησάντων αὐτῷ τῶν περιεστώτων θαρρεῖν καὶ λέγειν, ' λέγω τοίνυν, ἔφη, τὰ μηδέποτε ἐλπισθέντα μηδὲ ἐν ὀνείρῳ φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας, καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφοροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον Πόντον κατῳκισμένων ἐθνῶν ἐν περιμέτρῳ τρισμυρίων σταδίων. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυλίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ [p. 464] δέσμιος, Μάνιος δὲ Ἀκύλλιος ὑπατευκώς, τὸν ἀπὸ Σικελίας καταγαγὼν θρίαμβον, συνδέτην ἔχων ἁλύσει μακρᾷ Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλκεται, τῶν δ᾽ ἄλλων Ῥωμαίων οἱ μὲν θεῶν ἀγάλμασι προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετράγωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι. πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα κατακαλεῖται τὸν θεὸν βασιλέα: χρησμοὶ δὲ πάντοθεν τὸ κράτος τῆς οἰκουμένης θεσπιῳδοῦσι. διὸ καὶ πρὸς τὴν Θρᾴκην καὶ τὴν Μακεδονίαν μεγάλα πέμπεται στρατόπεδα, καὶ τὰ τῆς Εὐρώπης ἅπαντα μέρη ἁθρόα εἰς αὐτὸν μεταβέβληται. πάρεισι γὰρ πρὸς αὐτὸν πρέσβεις οὐ μόνον ἐκ τῶν Ἰταλικῶν ἐθνῶν, ἀλλὰ καὶ παρὰ Καρχηδονίων, συμμαχεῖν ἀξιοῦντες ἐπὶ τὴν τῆς Ῥώμης ἀναίρεσιν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: