previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

44. καὶ Ἀρχεφῶντος δὲ τοῦ παρασίτου μνημονεύων Μάχων φησί

κληθεὶς ἐπὶ δεῖπνον παράσιτος Ἀρχεφῶν
ὑπὸ Πτολεμαίου τοῦ βασιλέως, ἡνίκα
κατέπλευσεν εἰς Αἴγυπτον ἐκ τῆς Ἀττικῆς,
ὄψου πετραίου παρατεθέντος ποικίλου
ἐπὶ τῆς τραπέζης καράβων τ᾽ ἀληθινῶν,
ἐπὶ πᾶσι λοπάδος τ᾽ εἰσενεχθείσης ἁδρᾶς,
ἐν τεμαχιστοὶ τρεῖς ἐνῆσαν κωβιοί,
οὓς κατεπλάγησαν πάντες οἱ κεκλημένοι,
τῶν μὲν σκάρων ἀπέλαυε τῶν τριγλῶν θ᾽ ἅμα
καὶ φυκίδων ἐπὶ πλεῖον Ἀρχεφῶν πάνυ,
ἄνθρωπος ὑπὸ τῶν μαινίδων καὶ μεμβράδων
Φαληρικῆς ἀφύης τε διασεσαγμένος,
τῶν κωβιῶν δ᾽ ἀπέσχετ᾽ ἐγκρατέστατα,
πάνυ δὴ παραδόξου γενομένου τοῦ πράγματος
καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνοροςμὴ
παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;’
κυρτὸς εἶπε, “πᾶν, μὲν οὖν τοὐναντίον,
Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ᾽ οὐχ ἅπτεται,
τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως:
οὐδ᾽ ἐστὶν αὐτῷ πάτριον ὄντ᾽ ἀσύμβολον
ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: