previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

45. Ἄλεξις δ᾽ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε:

ἐμοὶ παρασιτεῖν κρεῖττον ἦν τῷ Πηγάσῳ, [p. 100]
τοῖς Βορεάδαις εἴ τι θᾶττον ἔτι τρέχει,
Δημέᾳ Λάχητος Ἐτεοβουτάδῃ.
πέτεται γάρ, οὐχ οἷον βαδίζει τὰς ὁδούς.
καὶ μετ᾽ ὀλίγα:

Στράτιε, φιλεῖς δήπου με. ς. μᾶλλον τοῦ πατρός:
μὲν γὰρ οὐ τρέφει με, σὺ δὲ λαμπρῶς τρέφεις.
α. εὔχῃ τ᾽ ἀεί με ζῆν; ς. ἅπασι τοῖς θεοῖς
ἂν γὰρ πάθῃς τι, πῶς ἐγὼ βιώσομαι;
Ἀξιόνικος δ᾽ κωμικὸς ἐν τῷ Τυρρηνῷ Γρυλλίωνος τοῦ παρασίτου ἐν τούτοις μνημονεύει:

οἶνος οὐκ ἔνεστιν.
β. αἰτεῖσθ᾽ ἑταίρους πρόφασιν ἐπὶ κῶμον τινα,
ὅπερ ποιεῖν εἴωθε Γρυλλίων ἀεί.
Ἀριστόδημος δ᾽ ἐν β᾽ γελοίων ἀπομνημονευμάτων παρασίτους ἀναγράφει Ἀντιόχου μὲν τοῦ βασιλέως Σώστρατον, Δημητρίου δὲ τοῦ πολιορκητοῦ Εὐαγόραν τὸν κυρτόν, Σελεύκου δὲ Φορμίωνα. Λυγκεὺς δ᾽ Σάμιος ἐν τοῖς ἀποφθέγμασι Σιλανός, φησίν, ‘ Ἀθηναῖος Γρυλλίωνος παρασιτοῦντος Μενάνδρῳ τῷ σατράπῃ, εὐπαρύφου δὲ καὶ μετὰ θεραπείας περιπατοῦντος ἐρωτηθεὶς τίς ἐστιν οὗτος ι Μενάνδρου ἔφησεν, ' ἀξία γνάθος Χαιρεφῶν δέ, φησίν: παράσιτος εἰς γάμον ἄκλητος εἰσελθὼν [p. 102] καὶ κατακλιθεὶς ἔσχατος καὶ τῶν γυναικονόμων ἀριθμούντων τοὺς κεκλημένους καὶ κελευόντων αὐτὸν ἀποτρέχειν ὡς παρὰ τὸν νόμον ἐπὶ τοῖς τριάκοντα ἐπόντος, ἀριθμεῖτε δή, ' ἔφη, ' πάλιν ἀπ᾽ ἐμοῦ ἀρξάμενοι.'’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: