previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

51. Δίφιλος δ᾽ ἐν Συνωρίδι ἑταίρας δ᾽ ὄνομα Συνωρὶς Εὐριπίδου μνησθεὶς κύβος δέ τις οὕτως καλεῖται Εὐριπίδης παίζων καὶ πρὸς τὸ τοῦ ποιητοῦ ὄνομα ἅμα καὶ περὶ παρασίτων, τάδε λέγει:

ἄριστ᾽ ἀπαλλάττεις ἐπὶ τούτου τοῦ κύβου.
β. ἀστεῖος εἶ. δραχμὴν ὑπόθες. α. κεῖται πάλαι.
β. πῶς ἂν βάλοιμ᾽ Εὐριπίδην; α. οὐκ ἄν ποτε
Εὐριπίδης γυναῖκα σώσει᾽. οὐχ ὁρᾷς
ἐν ταῖς τραγῳδίαισιν αὐτὰς ὡς στυγεῖ;
τοὺς δὲ παρασίτους ἠγάπα. λέγει γέ τοι
ἀνὴρ γὰρ ὅστις εὖ βίον κεκτημένος
μὴ τοὐλάχιστον τρεῖς ἀσυμβόλους τρέφει,
ὄλοιτο, νόστου μὴ ποτ᾽ εἰς πάτραν τυχών.’
Β. πόθεν ἐστὶ ταῦτα, πρὸς θεῶν; α. τί δέ σοι
μέλει;
οὐ γὰρ τὸ δρᾶμα, τὸν δὲ νοῦν σκοπούμεθα.
ἐν δὲ τῇ διασκευῇ τοῦ αὐτοῦ δράματος περὶ ὀργιζομένου παρασίτου λέγων φησίν [p. 114]

ὀργίζεται; παράσιτος ὢν ὀργίζεται;
β. οὐχ ἀλλ᾽ ἀλείψας τὴν τράπεζαν τῇ χολῇ
ὥσπερ τὰ παιδί᾽ αὑτὸν ἀπογαλακτιεῖ.
καὶ ἑξῆς:

τότε φάγοις, παράσιθ᾽. β. ὅρα
ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ᾽ ὅτι
μετὰ τὸν κιθαρῳδὸν παράσιτος κρίνεται;
κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν

οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: