previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

57. Ἡγήσανδρος δ᾽ ἱστορεῖ καὶ Ἱέρωνα τὸν τύραννον ἀμβλύτερον κατὰ τὰς ὄψεις γενέσθαι καὶ τοὺς συνδειπνοῦντας τῶν φίλων ἔχειν ἐπίτηδες διαμαρτάνοντας τῶν ἐδεσμάτων ἵν᾽ ὑπ᾽ αὐτοῦ χειραγωγῶνται καὶ δοκῇ τῶν ἄλλων ὀξυδερκέστερος εἶναι. Εὐκλείδην δέ φησιν Ἡγήσανδρος τὸν Σεῦτλον ἐπικαλούμενον παράσιτος δ᾽ ἦν καὶ οὗτος παραθέντος τινὸς αὐτῷ πλείους σόγκους ἐν δείπνῳ, “ Καπανεύς, ἔφη, ὑπὸ τοῦ Εὐριπίδου εἰσαγόμενος ἐν ταῖς Ἱκέτισιν ὑπεραστεῖος ἦν [p. 130]

μισῶν τραπέζαις ὅστις ἐξογκοῖτ᾽ ἄγαν.
οἱ δὲ δημαγωγοῦντες, φησίν, Ἀθήνησι κατὰ τὸν Χρεμωνίδειον πόλεμον κολακεύοντες τοὺς Ἀθηναίους τἄλλα μὲν ἔφασκον πάντα εἶναι κοινὰ τῶν Ἑλλήνων, τὴν δ᾽ ἐπὶ τὸν οὐρανὸν ἀνθρώπους φέρουσαν ὁδὸν Ἀθηναίους εἰδέναι μόνους. Σάτυρος δ᾽ ἐν τοῖς βίοις Ἀνάξαρχόν φησι τὸν εὐδαιμονικὸν φιλόσοφον ἕνα τῶν Ἀλεξάνδρου γενέσθαι κολάκων καὶ συνοδεύοντα τῷ βασιλεῖ, ἐπεὶ ἐγένετό ποτε βροντὴ ἰσχυρὰ καὶ ἐξαίσιος ὡς πάντας πτῆξαι, εἰπεῖνμή τι σὺ τοιοῦτον ἐποίησας, Ἀλέξανδρε, τοῦ Διός;’ τὸν δὲ γελάσαντα εἰπεῖνοὐ γὰρ φοβερὸς βούλομαι εἶναι, καθάπερ σύ με διδάσκεις τὰς τῶν σατραπῶν καὶ βασιλέων κελεύων με δειπνοῦντα προσφέρεσθαι κεφαλάς.’ Ἀριστόβουλος δέ φησιν Κασσανδρεὺς Διώξιππον τὸν Ἀθηναῖον παγκρατιαστὴν τρωθέντος ποτὲ τοῦ Ἀλεξάνδρου καὶ αἵματος ῥέοντος εἰπεῖν

ἰχὼρ οἷόσπερ τε ῥέει μακάρεσσι θεοῖσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: