previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

7. ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων

οὐκ ἔστιν οὐδὲν θηρίον τῶν ἰχθύων
ἀτυχέστερον. τὸ μὴ γὰρ ἀποχρῆν ἀποθανεῖν
αὐτοῖς ἁλοῦσιν, εἶτα κατεδηδεσμένοις
εὐθὺς ταφῆναι, παραδοθέντες ἄθλιοι
τοῖς ἰχθυοπώλαις τοῖς κακῶς ἀπολουμένοις
σήπονθ᾽, ἕωλοι κείμενοι δύ᾽ ἡμέρας
τρεῖς, μόλις δ᾽ ἐὰν ποτ᾽ ὠνητὴν τυφλὸν
λάβωσ᾽, ἔδωκαν τῶν νεκρῶν ἀναίρεσιν
τούτῳ: κομίσας δ᾽ ἐξέβαλεν ... οἴκαδε,
τὴν πεῖραν ἐν τῇ ῥινὶ τῆς ὀδμῆς λαβών.
ἐν δὲ Φιλοθηβαίῳ φησὶν

οὐ δεινὸν ἐστι, προσφάτους μὲν ἂν τύχῃ
πωλῶν τις ἰχθῦς, συναγαγόντα τὰς ὀφρῦς
τοῦτον σκυθρωπάζοντὰ θ᾽ ἡμῖν προσλαλεῖν,
ἐὰν σαπροὺς κομιδῇ δέ, παίζειν καὶ γελᾶν;
τοὐναντίον γὰρ πᾶν ἔδει τούτους ποιεῖν:
τὸν μὲν γελᾶν, τὸν δ᾽ ἕτερον οἰμώζειν μακρά.
ὅτι δὲ καὶ παμπόλλου πιπράσκουσιν Ἄλεξις ἐν Πυλαίαις φησὶν

νὴ τὴν Ἀθηνᾶν, ἀλλ᾽ ἐγὼ τεθαύμακα
τοὺς ἰχθυοπώλας, πῶς ποτ᾽ οὐχὶ πλούσιοι
ἅπαντές εἰσι λαμβάνοντες βασιλικοὺς
φόρους: β. φόρους μόνον; οὐχὶ δεκατεύουσι γὰρ [p. 18]
τὰς οὐσίας ἐν ταῖς πόλεσι καθήμενοι,
ὅλας δ᾽ ἀφαιροῦνται καθ᾽ ἑκάστην ἡμέραν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: