previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

77. κεστρεύς. ἱκέσιός φησι: ‘ τῶν δὲ καλουμένων λευκίσκων πλέονά ἐστιν εἴδη. λέγονται γὰρ οἱ μὲν κέφαλοι, οἱ δὲ κεστρεῖς, ἄλλοι δὲ χελλῶνες, οἱ δὲ μυξῖνοι. ἄριστοι δ᾽ εἰσὶν οἱ κέφαλοι καὶ πρὸς τὴν γεῦσιν καὶ πρὸς τὴν εὐχυλίαν. δεύτεροι δ᾽ εἰσὶ τούτων οἱ λεγόμενοι κεστρεῖς, ἥσσονες δ᾽ οἱ μυξῖνοι: καταδεέστεροι δὲ πάντων οἱ χελλῶνες οἱ δὲ λεγόμενοι βάκχοι εὔχυλοι εἰσι σφόδρα καὶ οὐ πολύτροφοι καὶ εὐέκκριτοι.’ Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύων τῶν κεστρέων τὸν μὲν θαλάττιον ἐκτίθεται, τὸν δὲ ποτάμιον οὐ δοκιμάζει, εἴδη δὲ τοῦ θαλαττίου κέφαλον καὶ νῆστιν. τὸν δὲ κατὰ τῆς κεφαλῆς τοῦ κεστρέως ἐχῖνον σφόνδυλον ὀνομάζει διαφέρειν τέ φησι κεφάλου κεφαλῖνον, ὃν καὶ βλεψίαν καλεῖσθαι. Ἀριστοτέλης δ᾽ ἐν πέμπτῳ μορίωνἄρχονται μέν, φησί, κύειν τῶν κεστρέων οἱ μὲν χελλῶνες Ποσειδεῶνος μηνὸς καὶ σαργὸς καὶ μύξος καλούμενος καὶ κέφαλος: [p. 378] κύουσι δὲ τριάκοντα ἡμερῶν. ἔνιοι δὲ τῶν κεστρέων οὐ γίνονται ἐκ συνδυασμοῦ, ἀλλὰ φύονται ἐκ τῆς ἰλύος καὶ τῆς ἄμμου.’ ἐν δ᾽ ἄλλοις φησὶν ὁΣ32 Ἀριστοτέλης: ‘ κεστρεὺς καρχαρόδους ὢν οὐκ ἀλληλοφαγεῖ, ἅτε δὴ οὐδ᾽ ὅλως σαρκοφαγῶν, ἐστὶ δὲ μέν τις κέφαλος, δὲ χελλών, δὲ φεραῖος. καὶ μὲν χελλὼν πρὸς τῇ γῇ νέμεται, δὲ φεραῖος οὔ. καὶ τροφῇ χρῆται μὲν φεραῖος τῇ ἀφ᾽ αὑτοῦ γενομένῃ μύξῃ, δὲ χελλὼν ἄμμῳ καὶ ἰλύι. λέγεται δὲ καὶ ὅτι τὸν γόνον τῶν κεστρέων οὐδὲν τῶν θηρίων κατεσθίει, ἐπεὶ οὐδ᾽ οἱ κεστρεῖς οὐδένα τῶν ἰχθύων.’ Εὐθύδημος δ᾽ Ἀθηναῖος ἐν τῷ περὶ ταρίχων εἴδη κεστρέων εἶναι κέφαλον καὶ σφηνέα καὶ δακτυλέα. καὶ κεφάλους μὲν λέγεσθαι διὰ τὸ βαρυτέραν τὴν κεφαλὴν ἔχειν, σφηνέας δὲ ὅτι λαγαροὶ καὶ τετράγωνοι, τὰ δὲ τῶν δακτυλέων τὸ πλάτος ἔχει ἔλασσον τῶν δυεῖν δακτύλων. θαυμαστοὶ δ᾽ εἰσὶ τῶν κεστρέων οἱ περὶ Ἄβδηρα ἁλισκόμενοι, ὡς καὶ Ἀρχέστρατος εἴρηκε. δεύτεροι δὲ οἱ ἐκ Σινώπης,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: