previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. πόθεν δὲ καὶ εἰδέναι δύναται ἅπερ εἶπεν Στρατόνικος κιθαριστὴς εἰς Πρόπιν τὸν Ῥόδιον κιθαρῳδόν; Κλέαρχος γὰρ ἐν τοῖς περὶ παροιμιῶν φησιν ὡς Στρατόνικος θεασάμενος τὸν Πρόπιν ὄντα τῷ μὲν μεγέθει μέγαν, τῇ δὲ τέχνῃ κακὸν καὶ ἐλάττονα τοῦ σώματος, ἐπερωτώντων αὐτὸν ποῖός τίς ἐστιν εἶπενοὐδεὶς κακὸς μέγας ἰχθύς,’ [p. 76] αἰνισσόμενος ὅτι πρῶτον μὲν οὐδείς ἐστιν, εἶθ᾽ ὅτι κακός, καὶ πρὸς τούτοις μέγας μέν, ἰχθὺς δὲ διὰ τὴν ἀφωνίαν. Θεόφραστος δ᾽ ἐν τῷ περὶ γελοίου λεχθῆναι μέν φησι τὴν παροιμίαν ὑπὸ τοῦ Στρατονίκου, ἀλλ᾽ εἰς Σιμύκαν τὸν ὑποκριτήν, διελόντος τὴν παροιμίαν ' οὐδεὶς μέγας σαπρὸς ἰχθύς.' Ἀριστοτέλης δ᾽ ἐν τῇ Ναξίων πολιτείᾳ περὶ τῆς παροιμίας οὕτως γράφει: τῶν παρὰ Ναξίοις εὐπόρων οἱ μὲν πολλοὶ τὸ ἄστυ ᾤκουν, οἱ δὲ ἄλλοι διεσπαρμένοι κατὰ κώμας. ἐν οὖν δή τινι τῶν κωμῶν, ὄνομα ἦν Ληιστάδαι, Τελεσταγόρας ᾤκει, πλούσιός τε σφόδρα καὶ εὐδοκιμῶν καὶ τιμώμενος παρὰ τῷ δήμῳ τοῖς τ᾽ ἄλλοις ἅπασι καὶ τοῖς καθ᾽ ἡμέραν πεμπομένοις. καὶ ὅτε καταβάντες ἐκ τῆς πόλεως δυσωνοῖντό τι τῶν πωλουμένων, ἔθος ἦν τοῖς πωλοῦσι λέγειν ὅτι μᾶλλον ἂν προέλοιντο Τελεσταγόρᾳ δοῦναι τοσούτου ἀποδόσθαι. νεανίσκοι οὖν τινες ὠνούμενοι μέγαν ἰχθὺν εἰπόντος τοῦ ἁλιέως τὰ αὐτὰ λυπηθέντες τῷ πολλάκις ἀκούειν ὑποπιόντες ἐκώμασαν πρὸς αὐτόν. δεξαμένου δὲ τοῦ Τελεσταγόρου φιλοφρόνως αὐτοὺς οἱ νεανίσκοι αὐτόν τε ὕβρισαν καὶ δύο θυγατέρας αὐτοῦ ἐπιγάμους. ἐφ᾽ οἷς ἀγανακτήσαντες οἱ Νάξιοι καὶ τὰ ὅπλα ἀναλαβόντες ἐπῆλθον τοῖς νεανίσκοις, καὶ μεγίστη τότε στάσις ἐγένετο προστατοῦντος τῶν Ναξίων Λυγδάμιδος, ὃς ἀπὸ ταύτης τῆς στρατηγίας τύραννος ἀνεφάνη τῆς πατρίδος ...

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: