previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

15.

ὄρνεις. ἐπεὶ δὲ καὶ ὄρνεις ἐπῆσαν ταῖς κολοκύνταις καὶ ἄλλοις κνιστοῖς λαχάνοις οὕτως δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Δηλίᾳ τὰ σύγκοπτα [p. 190] λάχανα, κνιστὰ στέμφυλα, Μυρτίλος ἔφη: ‘ ἀλλὰ μὴν καὶ ὄρνιθας καὶ ὀρνίθια νῦν μόνως συνήθεια καλεῖ τὰς θηλείας, ὧν ὁρῶ περιφερόμενον πλῆθος καὶ Χρύσιππος δ᾽ φιλόσοφος ἐν τῷ πέμπτῳ περὶ τοῦ καλοῦ καὶ τῆς ἡδονῆς γράφει οὕτως : ' καθάπερ τινὲς τὰς λευκὰς ὄρνιθας τῶν μελαινῶν ἡδίους εἶναι μᾶλλον̓, ἀλεκτρυόνας δὲ καὶ ἀλεκτοριδέας τοὺς ἄρρενας: τῶν ἀρχαίων δὲ τὸ ὄρνις καὶ ἀρσενικῶς καὶ θηλυκῶς λεγόντων ἐπ᾽ ἄλλων ὀρνέων, οὐ περὶ τούτου τοῦ εἰδικοῦ, περὶ οὗ φησιν συνήθεια ὄρνιθας ὠνήσασθαι. Ὅμηρος μὲν οὖν φησι:


ὄρνιθες δέ τε πολλοὶ ὑπ᾽ αὐγὰς ἠελίοιο.
καὶ ἀλλαχόθι θηλυκῶςὄρνιθι λιγυρῇ.’ καί:

ὡς δ᾽ ὄρνις ἀπτῆσι νεοσσοῖσι προφέρῃσι
μάστακ᾽ ἐπεί κε λάβῃσι, κακῶς δὲ τὲ οἱ πέλει αὐτῇ.
Μένανδρος δ᾽ ἐν Ἐπικλήρῳ πρώτῃ σαφῶς τὸ ἐπὶ τῆς συνηθείας φησὶν ἐμφανίζων οὕτως: ' ἀλεκτρυών τις ἐκεκράγει μέγα. οὐ σοβήσετ᾽ ἔξω, ' φησί, τὰς ὄρνιθας ἀφ᾽ ἡμῶν; καὶ πάλιν

αὕτη ποτ᾽ ἐξεσόβησε τὰς ὄρνις μόλις.
ὀρνίθια δ᾽ εἴρηκε Κρατῖνος ἐν Νεμέσει οὕτως : τἄλλα πάντ᾽ ὀρνίθια.' ἐπὶ δὲ τοῦ ἀρσενικοῦ οὐ μόνον ὄρνιν ἀλλὰ καὶ ὄρνιθα, αὐτὸς Κρατῖνος ἐν τῷ αὐτῷ δράματι: ὄρνιθα φοινικόπτερον.' καὶ πάλιν [p. 192]

ὄρνιθα τοίνυν δεῖ σε γίγνεσθαι μέγαν.
καὶ Σοφοκλῆς Ἀντηνορίδαις :

ὄρνιθα καὶ κήρυκα καὶ διάκονον.
Αἰσχύλος Καβείροις:

ὄρνιθα δ᾽ οὐ ποιῶ σε τῆς ἐμῆς ὁδοῦ.
Ξενοφῶν δ᾽ ἐν δευτέρῳ Παιδείας: ' ἐπὶ μὲν τοὺς ὄρνιθας τῷ ἰσχυροτάτῳ χειμῶνι.' Μένανδρος Διδύμαις, ' ὄρνεις φέρων ἐλήλυθα.' καὶ ἑξῆς ὄρνιθας ἀποστέλλει φησίν. ὅτι δὲ καὶ ἐπὶ τοῦ πληθυντικοῦ ὄρνις λέγουσι πρόκειται τὸ Μενάνδρειον μαρτύριον ἀλλὰ καὶ Ἀλκμάν πού φησι:

λῦσαν δ᾽ ἄπρακτα νεάνιδες
ὥστ᾽ ὄρνις ἱέρακος ὑπερπταμένω.
καὶ Εὔπολις ἐν Δήμοις:

οὐ δεινὸν οὖν κριοὺς ἔμ᾽ ἐκγεννᾶν τέκνα
ὄρνις θ᾽ ὁμοίους τοὺς νεοττοὺς τῷ πατρί;
’’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: