previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

27. τὴν δ᾽ ἐξαίρεσιν, καλέ μου Οὐλπιανέ, Διονύσιος κωμῳδιοποιος ἐν τοῖς Ὁμωνύμοις τῷ δράματι οὕτως εἴρηκε ποιήσας τινὰ μάγειρον πρὸς τοὺς μαθητὰς διαλεγόμενον

ἄγε δὴ Δρόμων νῦν, εἴ τι κομψὸν σοφὸν
γλαφυρὸν οἶσθα τῶν σεαυτοῦ πραγμάτων,
φανερὸν ποίησον τοῦτο τῷ διδασκάλῳ.
νῦν τὴν ἀπόδειξιν τῆς τέχνης αἰτῶ σ᾽ ἐγώ.
εἰς πολεμίαν ἄγω σε: θαρρῶν κατάτρεχε:
ἀριθμῷ διδόασι τὰ κρέα καὶ τηροῦσί σε.
τακερὰ ποιήσας ταῦτα καὶ ζέσας σφόδρα
τὸν ἀριθμὸν αὐτῶν, ὡς λέγω σοι, σύγχεον.
ἰχθὺς ἁδρὸς πάρεστι: τἀντός ἐστι σά.
κἂν τέμαχος ἐκκλίνῃς τι, καὶ τοῦτ᾽ ἐστὶ σὸν
ἕως ἂν ἔνδον ὦμεν: ὅταν ἔξω δ᾽, ἐμόν.
ἐξαιρέσεις καὶ τἄλλα τἀκόλουθ᾽ ὅσα
οὔτ᾽ ἀριθμὸν οὔτε ἔλεγχον ἐφ᾽ ἑαυτῶν ἔχει,
περικόμματος δὲ τάξιν θέσιν φέρει, [p. 226]
εἰς αὔριον σὲ κἀμὲ ταῦτ᾽ εὐφρανάτω
λαφυροπώλῃ παντάπασι μεταδίδου,
τὴν πάροδον ἵν᾽ ἔχῃς τῶν θυρῶν εὐνουστέραν
τί δεῖ λέγειν με πολλὰ πρὸς συνειδότα;
ἐμὸς εἶ μαθητής, σὸς δ᾽ ἐγὼ διδάσκαλος,
μέμνησο τῶνδε καὶ βάδιζε δεῦρ᾽ ἅμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: