μετὰ δὲ ταῦτα ὁ καλούμενος κρεωκάκκαβος. κρέα δ᾽ ἐστὶ ταῦτα συγκεκομμένα μεθ᾽ αἵματος καὶ λίπους ἐν ζωμῷ γεγλυκασμένῳ. ‘ λέγειν δὲ οὕτως Ἀριστοφάνης φησὶν ὁ γραμματικὸς Ἀχαιούς,’ ὁ Μυρτίλος ἔφη. ‘Ἀντικλείδης δ᾽ ἐν η᾽ Νόστων ' ἐν δείπνῳ, ' φησίν, μελλόντων Χίων ὑπ᾽ Ἐρυθραίων ἐξ ἐπιβουλῆς ἀναιρεῖσθαι μαθών τις τὸ μέλλον γίνεσθαι ἔφη
εἰσῆλθεν ἡμίκραιρα τακερὰ δέλφακος.
ταύτης μὰ τὸν Δί᾽ οὐχὶ κατέλιπον δ᾽ ἐγὼ οὐδέν.
ἀναβράστων δὲ κρεῶν μνημονεύει Ἀριστομένης Γόησιν οὕτως ... : καὶ ὄρχεις ἤσθιον, οὓς καὶ νεφροὺς ἐκάλουν Φιλιππίδης ἐν τῇ Ἀνανεώσει Γναθαίνης τῆς ἑταίρας τὸ γαστρίμαργον ἐμφανίζων λέγει:
ὦ Χῖοι, πολλὴ γὰρ Ἐρυθραίους ἔχει ὕβρις,
φεύγετε δειπνήσαντες ὑὸς κρέα μηδὲ μένειν βοῦν.'
’
ἔπειτ᾽ ἐπὶ τούτοις πᾶσιν ἧκ᾽ ὄρχεις φέρων
πολλούς, τὰ μὲν οὖν γύναια τἄλλ᾽ ἠκκίζετο,
ὁ ἡ δ᾽ ἀνδροφόνος Γνάθαιν᾽ ἀναγελάσασ᾽
ἅμα : καλοί γε φησίν, ' οἱ νεφροί, νὴ τὴν φίλην
Δήμητρα.' καὶ δύ᾽ ἁρπάσασα κατέπιεν,
ὥσθ᾽ ὑπτίους ὑπὸ τοῦ γέλωτος καταπεσεῖν.