Ἀττικοὶ δὲ χερνίβιον λέγουσιν, ὡς Λυσίας ἐν τῷ κατὰ Ἀλκιβιάδου λέγων οὕτως: ‘ τοῖς χρυσοῖς χερνιβίοις καὶ θυμιατηρίοις.’ χειρόνιπτρον δ᾽ Εὔπολις ἐν Δήμοις:
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὤτρυν᾽ ὁ γεραιὸς
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον ἡ δὲ παρέστη
χέρνιβον ἀμφίπολος πρόχοὸν θ᾽ ἅμα χερσὶν ἔχουσα.
Ἐπίχαρμος δ᾽ ἐν Θεαροῖς εἴρηκε χειρόνιβα διὰ τούτων
κἄν τις τύχῃ πρῶτος δραμὼν εἴληφε χειρόνιπτρον
ἀνὴρ δ᾽ ὅταν τις ἀγαθὸς ᾖ καὶ χρήσιμος πολίτης
νικᾷ τε πάντας χρηστὸς ὤν, οὐκ ἔστι χειρόνιπτρον.
ἡ πλείων δὲ χρῆσις κατὰ χειρὸς ὕδωρ εἴωθε λέγειν, ὡς Εὔπολις ἐν Χρυσῷ γένει καὶ Ἀμειψίας [p. 350] Σφενδόνῃ Ἀλκαῖός τε ἐν Ἱερῷ γάμῳ. πλεῖστον δ᾽ ἐστὶ τοῦτο. Φιλύλλιος δὲ ἐν Αὔγῃ κατὰ χειρῶν εἴρηκεν οὕτως: ι
κιθάρα, τρίποδες, ἅρματα, τράπεζαι χαλκίαι,
χειρόνιβα, λοιβάσια, λέβητες χαλκίοι.
Μένανδρος Ὑδρίᾳ::
καὶ δὴ δεδειπνήκασιν αἱ γυναῖκες: ἀλλ᾽ ἀφαιρεῖν
ὥρα ' στὶν ἤδη τὰς τραπέζας, εἶτα παρακορῆσαι,
ἔπειτα κατὰ χειρῶν ἑκάστῃ καὶ μύρον τι δοῦναι.
οἱ δὲ κατὰ χειρῶν λαβόντες περιμένουσι, φίλτατε.