Φερεκράτης Ἐπιλήσμονι:
εἶτ᾽ ἄρτον ὀπτῶν τυγχάνει τις ὀβελίαν.
ἐκαλοῦντο δὲ καὶ ὀβελιαφόροι οἱ ἐν ταῖς πομπαῖς παραφέροντες αὐτοὺς ἐπὶ τῶν ὤμων. Σωκράτης ἐν σ᾽ Ἐπικλήσεων τὸν ὀβελίαν φησὶν ἄρτον Διόνυσον εὑρεῖν ἐν ταῖς στρατείαις. ἐτνίτας ἄρτος ὁ προσαγορευόμενος. λεκιθίτας, ”
ὠλεν ὀβελίαν σποδεῖν, ἄρτου δὲ μὴ προτιμᾶν.