Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γινόμενον. καὶ ὁ Κάρανος ἄρξας πότου μικροῖς ἐκπώμασι περισοβεῖν ἐκέλευε τοῖς παισίν, ἐπίνομεν οὖν εὐμαρῶς ὥσπερ ἀντίδοτον ἐκ τῆς προτέρας ἀκρατοποσίας λαμβάνοντες, ἐν τούτῳ δὲ ὁ γελωτοποιὸς εἰσῆλθε Μανδρογένης, ἐκείνου Στράτωνος τοῦ Ἀττικοῦ, ὥς φασιν, ἀπόγονος καὶ πολλοὺς κατέρρηξεν ἡμῖν γέλωτας: καὶ μετὰ ταῦτα ὠρχεῖτο μετὰ τῆς γυναικὸς ἔτη οὔσης ὑπὲρ τὰ ὀγδοήκοντα. καὶ τελευταῖαι ἐπεισῆλθον ἐπιδόρπιαι τράπεζαι, τραγήματὰ τ᾽ ἐν πλεκτοῖς ἐλεφαντίνοις ἐπεδόθη πᾶσι καὶ πλακοῦντες ἕκαστα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.