Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ γένη, Κρητικῶν καὶ τῶν σῶν, ἑταῖρε Λυγκεῦ, Σαμιακῶν καὶ Ἀττικῶν αὐταῖς ταῖς ἰδίαις τῶν πεμμάτων θήκαις. μετὰ δὲ ταῦτα ἐξαναστάντες
[p. 100] ἀπηλλαττόμεθα νήφοντες νὴ τοὺς θεοὺς διὰ τὸν φόβον τοῦ πλούτου ὃν ἐλάβομεν. σὺ δὲ μᾶλλον,1 ἐν Ἀθήναις μένων, εὐδαιμονίζεις τὰς Θεοφράστου θέσεις ἀκούων, θύμα καὶ εὔζωμα καὶ τοὺς καλοὺς ἐσθίων στρεπτούς, Λήναια καὶ Χύτρους θεωρῶν. ἡμεῖς δ᾽ ἐκ τοῦ Καράνου δείπνου πλοῦτον ἀντὶ μερίδων εὐωχηθέντες νῦν ζητοῦμεν οἱ μὲν οἰκίας, οἱ δὲ ἀγρούς, οἱ δὲ
ἀνδράποδ᾽ ὠνήσασθαι.’
6.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.