ἐκάλουν δὲ καὶ ἀγοραστὴν τὸν τὰ ὄψα ὠνούμενον, νῦν δ᾽ ὀψωνάτωρα, ὡς Ξενοφῶν ἐν δευτέρῳ Ἀπομνημονευμάτων οὑτωσὶ λέγων ‘ διάκονον δ᾽ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν;’ παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ :
ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
ὀψώνην δ᾽ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων
φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής.