Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ λ᾽ πηχῶν τὸ δὲ ὕψος σὺν τῷ τῆς σκηνῆς ἀναστήματι μικρὸν ἀπέδει τεσσαράκοντα πηχῶν, τὸ δὲ σχῆμα αὐτῆς οὔτε ταῖς μακραῖς ναυσὶν οὔτε ταῖς στρογγύλαις ἐοικός, ἀλλὰ παρηλλαγμένον τι καὶ πρὸς τὴν χρείαν τοῦ ποταμοῦ τὸ βάθος, κάτωθεν μὲν γὰρ
ἁλιτενὴς καὶ πλατεῖα, τῷ δ᾽ ὄγκῳ μετέωρος τὰ δ᾽ ἐπὶ τῶν ἄκρων αὐτῆς μέρη καὶ μάλιστα τὰ κατὰ πρῷραν παρέτεινεν ἐφ᾽ ἱκανόν, τῆς ἀνακλάσεως εὐγράμμου φαινομένης, δίπρῳρος δ᾽ ἐγεγόνει καὶ δίπρυμνος καὶ πρὸς ὕψος ἀνέτεινε διὰ τὸ μετέωρον ἄγαν ἵστασθαι
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.