Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πλήθη, καὶ ἄλλος δ᾽ Ἀντίοχος βασιλεὺς
[p. 452] ἐπιτελῶν τοὺς ἐν Δάφνῃ ἀγῶνας ἐποιήσατο καὶ αὐτὸς ὑποδοχὰς λαμπράς, ὡς ὁ αὐτός φησι Ποσειδώνιος: ‘τὸ μὲν γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ᾽ ἄνδρα ὁλομελῶν βρωμάτων, μετὰ δὲ καὶ ζώντων χηνῶν καὶ λαγωῶν καὶ δορκάδων. ἀνεδίδοντο δὲ καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσι καὶ ἀργυρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμήλων, καὶ ἔδει ἀναβάντα ἐπὶ τὴν κάμηλον πιεῖν ἕκαστον καὶ λαβεῖν τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ τὸν παρεστῶτα παῖδα.’ ‘καὶ οἱ κατὰ τὴν Συρίαν δὲ πάντες, φησί, διὰ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.