9. ἐμφανίζει δ᾽ αὐτῶν καὶ τὸ σκαιόν, ἔτι δὲ μισάνθρωπον Ἀντιφάνης ἐν Μισοπονήρῳ πρὸς τοὺς ἐν τῷ βίῳ κακίστους τὴν σύγκρισιν αὐτῶν
νενομοθέτηκε πολλὰ καὶ παντοῖα δὴ
νυνί τε καινὸν εἰσφέρει νόμον τινὰ
χρυσοῦν, τὸ μὴ πωλεῖν καθημένους ἔτι
τοὺς ἰχθυοπώλας, διὰ τέλους δ᾽ ἑστηκότας:
εἶτ᾽ εἰς νέωτά φησι γράψειν κρεμαμένους,
καὶ θᾶττον ἀποπέμψουσι τοὺς ὠνουμένους
ἀπὸ μηχανῆς πωλοῦντες ὥσπερ οἱ θεοί.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.