Ἀντίδοτος δ᾽ ἐν τῷ ἐπιγραφομένῳ Πρωτοχόρῳ παράγει τινα παραπλήσιον τοῖς ἐν τῷ Κλαυδίῳ νῦν σοφιστεύουσιν, ὧν οὐδὲ μεμνῆσθαι καλόν, τοιαῦτα περὶ παρασιτικῆς τέχνης λέγοντα:
γλαύκου βεβρωκὼς τέμαχος ἑφθὸν τήμερον
αὔριον ἕωλον τοῦτ᾽ ἔχων οὐκ ἄχθομαι.
τοιοῦτος ὁ τρόπος ἐστὶν ἡ φύσις τέ μου.
”
κατὰ τὴν στάσιν δὴ στάντες ἀκροάσασθέ μου.
πρὶν ἐγγραφῆναι καὶ λαβεῖν τὸ χλαμύδιον