45. Ἄλεξις δ᾽ ἐν Πυραύνῳ Στράτιον τὸν παράσιτον εἰσάγει δυσχεραίνοντα τῷ τρέφοντι καὶ λέγοντα τάδε: ”
καὶ τοῦ βασιλέως πυθομένου τἀλκήνορος ‘μὴ
παρεόρακεν Ἀρχεφῶν τοὺς κωβιούς;’
ὁ κυρτὸς εἶπε, “πᾶν, μὲν οὖν τοὐναντίον,
Πτολεμαῖ᾽, ἑόρακε πρῶτος, ἀλλ᾽ οὐχ ἅπτεται,
τοὔψον δὲ σέβεται τοῦτο καὶ δέδοικέ πως:
οὐδ᾽ ἐστὶν αὐτῷ πάτριον ὄντ᾽ ἀσύμβολον
ἰχθὺν ἔχοντα ψῆφον ἀδικεῖν οὐδένα.”
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.