κἀν τῷ δὲ ἐπιγραφομένῳ Παρασίτῳ δράματί φησιν
τότε φάγοις, παράσιθ᾽. β. ὅρα
ὡς διασέσυρκε τὴν τέχνην. οὐκ οἶσθ᾽ ὅτι
μετὰ τὸν κιθαρῳδὸν ὁ παράσιτος κρίνεται;
52. Μένανδρος δ᾽ ἐν τῇ Ὀργῇ περὶ φίλου λέγων οὐχ ὑπακούοντος γάμων δείπνῳ φησίν ”
οὐ δεῖ παρασιτεῖν ὄντα δυσάρεστον σφόδρα.