Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ μῖσος.’ Ἡρόδοτος δέ φησιν Ἄμασιν Αἰγυπτίων βασιλέα παιγνιήμονα ἐόντα σκώπτειν τοὺς συμπότας, καὶ ‘ὅτε ἰδιώτης, φησίν, ἦν, φιλοπότης ὑπῆρχε καὶ φιλοσκώμμων καὶ οὐ κατεσπουδασμένος ἀνήρ.’ Νικόλαος δ᾽ ἐν τῇ ἑβδόμῃ καὶ ἑκατοστῇ τῶν ἱστοριῶν Σύλλαν φησὶ τὸν Ῥωμαίων στρατηγὸν οὕτω χαίρειν μίμοις καὶ γελωτοποιοῖς φιλόγελων γενόμενον, ὡς καὶ πολλὰ γῆς μέτρα αὐτοῖς χαρίζεσθαι τῆς δημοσίας, ἐμφανίζουσι δ᾽ αὐτοῦ τὸ περὶ ταῦτα ἱλαρὸν αἱ ὑπ᾽ αὐτοῦ γραφεῖσαι σατυρικαὶ κωμῳδίαι τῇ πατρίῳ φωνῇ.79.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.