Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ φησί, δοῦλός ἐστι κτήσει κατατεταγμένος.’ καλοῦνται δ᾽ οἱ δοῦλοι, ὡς μὲν Κλείταρχός φησιν ἐν ταῖς Γλώσσαις, ἆζοι καὶ θεράποντες καὶ ἀκόλουθοι καὶ διάκονοι καὶ ὑπηρέται, ἔτι δ᾽ ἑπάμονες καὶ λάτρεις. Ἀμερίας δὲ ἑρκίτας φησὶ καλεῖσθαι τοὺς κατὰ τοὺς ἀγροὺς οἰκέτας. Ἕρμων δὲ ἐν Κρητικαῖς Γλώτταις μνώτας τοὺς ἐγγενεῖς οἰκέτας, Σέλευκος δ᾽ ἄζους τὰς θεραπαίνας καὶ τοὺς θεράποντας, ἀποφράσην δὲ τὴν δούλην καὶ βολίζην, σίνδρωνα δὲ τὸν δουλέκδουλον, ἀμφίπολον δὲ τὴν περὶ τὴν δέσποιναν θεράπαιναν,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.