95.
ἀλλ᾽ ἀντίθες τοι: ἐγὼ γὰρ αὐτὰ τἄμπαλιν
τὰ θερμὰ λουτρὰ πρῶτον ἄξω τοῖς ἐμοῖς
ἐπὶ κιόνων, ὥσπερ διὰ τοῦ Παιωνίου,
ἀπὸ τῆς θαλάττης, ὥσθ᾽ ἑκάστῳ ῥεύσεται
εἰς τὴν πύελον ἐρεῖ δὲ θὔδωρ ‘ ἀνέχετε.’
εἶτ᾽ ἁλάβαστος εὐθέως ἥξει μύρου
αὐτόματος, ὁ σπόγγος τε καὶ τὰ σάνδαλα.
’
βέλτιον δὲ τούτων Τηλεκλείδης Ἀμφικτύοσι: