γλαύκους ἢ ὀρφῶν ἔναλον γένος ἠὲ μελάγχρωνἘπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ:
κόσσυφον ἢ κίχλας ἁλιειδέας.
Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ ζωικῶν ‘ καὶ τὰ μὲν μελανόστικτα, ὥσπερ κόσσυφος, τὰ δὲ ποικιλόστικτα, ὥσπερ κίχλη.’ Παγκράτης δ᾽ ὁ Ἀρκὰς ἐν ἔργοις θαλαττίοις τὴν κίχλην πολλοῖς ὀνόμασί φησι καλεῖσθαι:
βαμβραδόνες τε καὶ κίχλαι λαγοὶ δράκοντές τ᾽ ἄλκιμοι.
οἷς ἤδη κίχλην οἰνώδεα, τὴν καλαμῆες