καὶ Δίφιλος ἐν Ἐμπόρῳ:
ὡσπερεὶ τοὺς πουλύποδας
... νύκτωρ περιτρώγειν αὑτῶν τοὺς δακτύλους;
τοῦτο δ᾽ ἐστὶ ψεῦδος. ὑπὸ γὰρ τῶν γόγγρων [p. 424] διωκόμενος τοὺς πόδας ἀδικεῖται., λέγεται δ᾽ ὡς, ἄν τις ταῖς θαλάμαις αὐτοῦ ἅλας ὑποσπείρῃ, εὐθέως ἐξέρχεται. ἱστορεῖται δὲ καὶ ὅτι φεύγων διὰ τὸν φόβον μεταβάλλει τὰς χρόας καὶ ἐξομοιοῦται τοῖς
πουλύπους
ἔχων ἁπάσας ὁλομελεῖς τὰς πλεκτάνας.
β. οὐ περιβεβρωκὼς αὑτόν ἐστι, φίλτατε.