Παγκράτης δ᾽ ἐν ἔργοις θαλασσίοις: [p. 446]
σάλπην δὲ κακὸν μὲν ἔγωγε
ἰχθὺν εἰς ἀεὶ κρίνω βρωτὴ δὲ μάλιστα
ἐστὶ θεριζομένου σίτου, λαβὲ δ᾽ ἐν Μυτιλήνῃ
αὐτήν.
ἐστὶ δὲ ποικίλος ὁ ἰχθύς, ὅθεν καὶ τὸν Λοκρὸν ἢ Κολοφώνιον Μνασέαν συνταξάμενον τὰ ἐπιγραφόμενα παίγνια διὰ τὸ ποικίλον τῆς συναγωγῆς Σάλπην οἱ συνήθεις προσηγόρευον. Νυμφόδωρος
σάλπαι τ᾽ ἰσομήκεες ἰχθῦς,
ἅς τε βόας πορκῆες ἁλίζωοι καλέουσιν,
οὕνεκα γαστέρι φῦκος ἀεὶ ἀλέουσιν ὀδοῦσιν.