128.
αἷς καὶ θεὰν τιμῶσι φωσφόρον κόρην,
δείπνων ὅταν πέμπωσι δῶρα ναυτίλοι.
β. τρίγλας λέγεις.
Ταινίαι. καὶ τούτων Ἐπίχαρμος μέμνηται:
Μίθαικος δ᾽ ἐν Ὀψαρτυτικῷ ‘ ταινίαν, φησίν, ἐκκοιλίξας, τὰν κεφαλὰν ἀποταμών, ἀποπλύνας καὶ ταμὼν τεμάχεα κατάχει τυρὸν καὶ ἔλαιον.’
καὶ ταὶ φίνταται
ταινίαι λεπταὶ μέν, ἁδῆαι δὲ κὠλίγου πυρός.