Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ Ῥόδον ἐκάλει μνηστήρων πόλιν, χρώματι μὲν εἰς ἀσωτίαν διαλλάττειν ἐκείνων ἡγούμενος αὐτούς, ὁμοιότητι δ᾽ εἰς καταφέρειαν ἡδονῆς τὴν πόλιν μνηστήρων εἰκάζων. 46. ζηλωτὴς δὲ τῶν εὐτραπέλων λόγων τούτων ἐγένετο ὁ Στρατόνικος Σιμωνίδου τοῦ ποιητοῦ, ὥς φησιν Ἔφορος ἐν δευτέρῳ περὶ εὑρημάτων, φάσκων καὶ Φιλόξενον τὸν Κυθήριον περὶ τὰ ὅμοια ἐσπουδακέναι. Φαινίας δ᾽ ὁ περιπατητικὸς ἐν δευτέρῳ περὶ ποιητῶν Στρατόνικος, , φησίν, ' ὁ Ἀθηναῖος δοκεῖ τὴν πολυχορδίαν εἰς τὴν
[p. 96] ψιλὴν κιθάρισιν πρῶτος εἰσενεγκεῖν καὶ πρῶτος μαθητὰς τῶν ἁρμονικῶν ἔλαβε καὶ διάγραμμα συνεστήσατο.
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.