καὶ Φερεκράτης Κραπατάλλοις:
Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς,
σίνηπυ δ᾽ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως :
τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι.
ἐν δὲ τοῖς Γεωργικοῖς:
ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ.
καὶ πάλιν
σπέρματά τ᾽ ἐνδάκνοντα σινήπυος.
Κράτης δ᾽ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα: ”
κάρδαμ᾽ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ.