Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. Δίφιλος δ᾽ ὁ Σίφνιος ἰατρὸς ‘ἡ γογγυλίς,’ φησί, ‘λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική. κρείττων δέ,’ φησίν, ‘ἡ βουνιὰς καθέστηκεν γλυκυτέρα γάρ ἐστι καὶ πεπτικωτέρα πρὸς τῷ
[p. 174] εὐστόμαχος εἶναι καὶ τρόφιμος, ἡ δὲ ὀπτωμένη,’ φησί, ‘ γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει.’ ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.