καὶ Εὔπολις ἐν Χρυσῷ γένει, καὶ Ἱππῶναξ δ᾽ ἔφη ‘ὡς Ἐφεσίη δέλφαξ.’ κυρίως δ᾽ αἱ θήλειαι οὕτως λεχθεῖεν ἂν ἅτε δελφύας ἔχουσαι: οὕτως δὲ αἱ μῆτραι καλοῦνται καὶ οἱ ἀδελφοὶ ἔνθεν ἐτυμολογοῦνται. περὶ δὲ τῆς ἡλικίας τοῦ ζῴου Κρατῖνός φησιν ἐν Ἀρχιλόχοις:
ἀλλ᾽ αἰ τράφεν λῇς, ἅδε τοι χοῖρος καλά.
Ἀριστοφάνης δ᾽ ὁ γραμματικὸς ἐν τῷ περὶ
ἤδη δέλφακες, χοῖροι δὲ τοῖσιν ἄλλοις.