Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ' βοῦν δ᾽ εὐρυμέτωπον; οὐ θύω βοῦν, ἄθλιε. μῆλα θυσιάζεις ἆρα; μὰ Δί᾽ ἐγὼ μὲν οὔ, οὐδέτερον αὐτῶν, προβάτιον δ᾽. ' οὔκουν, ἔφη, τὰ μῆλα πρόβατα; ` μῆλα πρόβατ᾽; οὐ μανθάνω:
οὐκ οἶδα τούτων οὐδὲν οὐδὲ βούλομαι.
ἀγροικότερός εἰμ᾽; ὥσθ᾽ ἁπλῶς μοι διαλέγου. Ὅμηρος, οὐκ οἶσθ᾽, ἔλεγε ταῦτα; ' καὶ μάλα ἐξῆν ὃ βούλοιτ᾽, ὦ μάγειρ᾽, αὐτῷ λέγειν. ἀλλὰ τί πρὸς ἡμᾶς τοῦτο, πρὸς τῆς Ἑστίας; ' κατ᾽ ἐκεῖνον ἤδη πρόσεχε καὶ τὰ λοιπὰ μοι Ὁμηρικῶς γὰρ διανοεῖ μ᾽ ἀπολλύναι;
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.