σου γλωσσαργίαν.” ‘ ἀλλ᾽ ἢν ἐμοὶ εἴπῃς,’ ἔφη ὁ Οὐλπιανός, ‘ διδάσκαλε Μυρτίλε, ὁ ὀλβιογάστωρ σοι πόθεν καὶ εἰ φασιανικῶν τις ὀρνίθων μέμνηται τῶν παλαιῶν, ἐγώ σοι ἦρι μάλ᾽ οὐκ ἐφ᾽ Ἑλλήσποντον πλεύσας, ἀλλ᾽ εἰς τὴν ἀγορὰν πορευθεὶς ὠνήσομαι φασιανικόν, ὃν συγκατέδομαί σοι.’ 37. καὶ ὁ Μυρτίλος ‘ ἐπὶ ταύταις,’ ἔφη, ‘ ταῖς συνθήκαις λέγω. τοῦ μὲν ὀλβιογάστορος Ἄμφις μέμνηται ἐν Γυναικομανίᾳ οὑτωσὶ λέγων [p. 248]
’
Εὐρύβατε κνισολοῖχε, ... οὐκ ἔσθ᾽ ὅπως
οὐκ ὀλβιογάστωρ εἶ σύ.