καὶ ἐν Δαιταλεῦσιν
λύσας ἴσως ἂν τὸν λαγὼν ξυναρπάσειεν ὑμῶν.
Ξενοφῶν δ᾽ ἐν Κυνηγετικῷ χωρὶς τοῦ ν λαγῶ καὶ περισπωμένως, ἐπεὶ τὸ καθ᾽ ἡμᾶς ἐστι λαγός. ὥσπερ δὲ ναὸν λεγόντων ἡμῶν ἐκεῖνοί φασιν νεὼν καὶ λαὸν λεών, οὕτω λαγὸν ὀνομαζόντων ἐκεῖνοι ’
ἀπόλωλα: τίλλων τὸν λαγὼν ὀφθήσομαι.