Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ εἰς τὴν Ἀνάφην τοσοῦτον πλῆθος ἐγένετο περδίκων ἐν τῇ Ἀνάφῃ, ὡς κινδυνεῦσαι ἀναστάτους γενέσθαι τοὺς κατοικοῦντας. κατ᾽ ἀρχὰς δ᾽ ἡ μὲν Ἀστυπάλαια οὐκ εἶχεν λαγώς, ἀλλὰ πέρδικας, ἡ δὲ Ἀνάφη οὐ πέρδικας, ἀλλὰ λαγώς.’ πολύγονον δ᾽ ἐστὶ τὸ ζῷον ὁ λαγώς, ὡς Ξενοφῶν εἴρηκεν ἐν τῷ Κυνηγετικῷ. καὶ Ἡρόδοτος δ᾽ οὕτως
[p. 314]
φησὶν ‘τοῦτο μὲν ὅτι ὁ λαγὼς ὑπὸ πάντων θηρεύεται, καὶ θηρίου καὶ ὄρνιθος καὶ ἀνθρώπου, οὕτω δή τι πολύγονόν ἐστιν, ἐπικυίσκει τε μόνον πάντων θηρίων, καὶ τὸ μὲν δασὺ τῶν τέκνων ἐν τῇ γαστρί,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.