κἀν Ἐπιτρόπῳ δ᾽ ἔφη:
μέγιστον ἀνθρώποισι καὶ βλαβερώτατον;
Κρώβυλὸς τ᾽ ἐν ' Ἀπολιπούσῃ: :
πολὺς γὰρ οἶνος πόλλ᾽ ἁμαρτάνειν ποεῖ.
οὐ χρὴ οὖν μεθύειν. καὶ γὰρ ‘ ὅταν δημοκρατουμένη πόλις,’ φησὶν ὁ Πλάτων ἐν η᾽ Πολιτείας,
τὸ γὰρ ἐνδελεχῶς μεθύειν τίν᾽ ἡδονὴν ἔχει;
ἀποστεροῦντα ζῶνθ᾽ ἑαυτὸν τοῦ φρονεῖν,
ὃ μέγιστον ἡμῶν ἀγαθὸν ἔσχεν ἡ φύσις.