Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
καινῶς φθίνειν τε τὴν παρουσίαν πάλιν,
ἀόρατος ὄψιν, γνώριμος δ᾽ ἅπασιν ὤν.
β. αἰεὶ σὺ χαίρεις, ὦ γύναι, μ᾽ αἰνίγμασι
α. καὶ μὴν ἁπλᾶ γε καὶ σαφῆ λέγω μαθεῖν.
β. τίς οὖν τοιαύτην παῖς ἔχων ἔσται φύσιν;
α. ὕπνος, βροτείων, ὦ κόρη, παυστήρ πόνων.
Εὔβουλος δ᾽ ἐν Σφιγγοκαρίωνι τοιούτους γρίφους προβάλλει,
αὐτὸς καὶ ἐπιλύων αὐτούς:
ἔστι λαλῶν ἄγλωσσος, ὁμώνυμος ἄρρενι θῆλυς,
[p. 538]
οἰκείων ἀνέμων ταμίας, δασύς, ἄλλοτε λεῖος,
”