καὶ Πλάτων ἐν Διὶ κακουμένῳ ‘ τὸν κότυλον φέρει’ φησί, καὶ Ἀριστοφάνης ἐν Βαβυλωνίοις. Εὔβουλος δ᾽ ἐν Ὀδυσσεῖ ἢ Πανόπταις:
τόν τε κότυλον πρῶτον ἤνεγκ᾽ ἐνέχυρον τῶν γειτόνων.
Πάμφιλος δὲ ποτηρίου φησὶν εἶναι γένος, ἴδιον δ᾽ εἶναι Διονύσου. πολέμων δ᾽ ἐν τῷ περὶ τοῦ Δίου Κῳδίου φησί: ‘ μετὰ δὲ ταῦτα τὴν τελετὴν ποιεῖ ’
ὁ δ᾽ ἱερεὺς Εὐήγορος
ἐν μέσοις αὐτοῖσιν ἑστὼς τὴν καλὴν σκευὴν ἔχων
οἶνον ἐξέσπενδε κοτύλῳ.