Ἀντίμαχος δ᾽ ἐν ε Θηβαίδος:
ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλεν
χρύσεον ἄμφωτον.
Σιληνὸς δέ φησι: ‘ κύπελλα ἐκπώματα σκύφοις ὅμοια, ὡς καὶ Νίκανδρος ὁ Κολοφώνιος ... ’
πᾶσιν δ᾽ ἡγεμόνεσσιν ἐποιχόμενοι κήρυκες
χρύσεα καλὰ κύπελλα τετυγμένα νωμήσαντο. [p. 142]