ἐν τούτοις ζητεῖται πρῶτον μὲν τί ποτ᾽ ἐστὶ τὸ χρυσείοις ἥλοισι πεπαρμένον, ἔπειτα τί τὸ οὔατα δ᾽ αὐτοῦ τέσσαρ᾽ ἔσαν. τὰ γὰρ ἄλλα ποτήριά φησιν ὁ Μυρλεανὸς Ἀσκληπιάδης ἐν τῷ περὶ τῆς Νεστορίδος δύο ὦτα ἔχειν. πελειάδας δὲ πῶς ἄν τις ὑπόθοιτο νεμομένας περὶ ἕκαστον τῶν ὤτων; πῶς δὲ καὶ λέγει δύο πυθμένας εἶναι τοῦ ποτηρίου;
ἄλλος μὲν μογέων ἀποκινήσασκε τραπέζης
πλεῖον ἐὸν Νέστωρ δ᾽ ὁ γέρων ἀμογητὶ ἄειρεν. [p. 170]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.