Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ προελθὼν δὲ γράφει: ‘ τοῖς γοῦν πορίσασί τι αὐτῷ ἡδὺ βρῶμα διδοὺς ἆθλα τοῦ πορισθέντος οὐχ ἑτέραις ἡδύνων ταῦτα τιμαῖς παρετίθει, πολὺ δὲ μᾶλλον αὐτὸς ἀπολαύειν αὐτῶν, νοῦν ἔχων: τοῦτο μὲν γάρ ἐστιν ὁ λεγόμενος, οἶμαι, καὶ Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος,’ Χάρης δ᾽ ὁ Μιτυληναῖος ἐν τῇ πέμπτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ‘ εἰς τοῦτο,’ φησίν, ‘ἧκον τρυφῆς οἱ τῶν Περσῶν βασιλεῖς ὥστε ἔχεσθαι τῆς βασιλικῆς κλίνης ὑπὲρ κεφαλῆς οἴκημά τι πεντάκλινον, ἐν ᾧ χρυσίου πεντακισχίλια διὰ παντὸς
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.