Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τελευτησάντων δὲ πάντων διέλαθεν ἔχων ὁ Διόμνηστος τὸ χρυσίον. ἐπεὶ δὲ πάλιν ὁ τῶν Περσῶν βασιλεὺς ἀπέστειλεν εἰς τὴν Ἐρέτριαν στράτευμα, προστάξας ἀνάστατον ποιῆσαι τὴν πόλιν, εἰκότως ὑπεξετίθεντο ὅσοι χρημάτων ηὐπόρουν. οἱ οὖν καταλελειμμένοι τῆς τοῦ Διομνήστου οἰκίας παρ᾽ Ἱππόνικον τὸν Καλλίου τὸν Ἄμμωνα ἐπικαλούμενον ὑπεξέθεντο τὰ χρήματα εἰς τὰς Ἀθήνας, καὶ ἀνασκευασθέντων ὑπὸ τῶν Περσῶν ἁπάντων τῶν Ἐρετριέων κατέσχον οὗτοι τὰ χρήματα πολλὰ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.