Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κατὰ τὰς ἀπεργαζομένας τέχνας διηκριβωμένα φαίνεται.’ 65. εἰπὼν δὲ τούτοις ἑξῆς τὰ περὶ τῆς θεραπείας τῆς τοῦ Περσῶν βασιλέως, οἵους καὶ ὅσους ἔχει θεραπευτῆρας, καὶ περὶ τῆς τῶν ἀφροδισίων αὐτοῦ χρήσεως καὶ τῆς περὶ τὸν χρῶτα αὐτοῦ ὀδμῆς καὶ τῆς εὐμορφίας καὶ τῆς ὁμιλίας καὶ περὶ τῶν θεωρημάτων καὶ τῶν ἀκροαμάτων, εὐδαιμονέστατον ἔφη κρῖναι τῶν νῦν τὸν τῶν Περσῶν βασιλέα. ‘ πλεῖσται γάρ εἰσιν αὐτῷ καὶ τελειόταται παρεσκευασμέναι ἡδοναί. δεύτερον δέ,’ φησί, ‘τὸν ἡμέτερον τύραννον θείη τις ἂν καίπερ πολὺ λειπόμενον.
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.