Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φησὶ γοῦν περὶ αὐτοῦ Ποσειδώνιος ἐν τῇ ἑβδόμῃ καὶ τεσσαρακοστῇ τῶν Ἱστοριῶν οὕτως ι ‘ὁ δὲ τῆς Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων, κολακευόμενος δ᾽ ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῇ δὲ τρυφῇ ζῶν, οὐδὲ ἀποπατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν ἐπαπερειδόμενος ἐπορεύετο. εἰς δὲ
[p. 496]
τὰς ἐν τοῖς συμποσίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποιεῖτο.’ 74. Ἀγαθαρχίδης δ᾽ ἐν τῇ ἑκκαιδεκάτῃ Εὐρωπιακῶν Μάγαν φησὶ τὸν Κυρήνης βασιλεύσαντα ἔτη πεντήκοντα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.